Ὁμιλία τοῦ Αὐτοκράτορα Κωνσταντίνου ΙΑ’ Παλαιολόγου πρὶν τὴν ἅλωση τῆς Κωνσταντινουπόλεως
Ἀπὸ τὸ Χρονικὸν τοῦ Μεγάλου Λογοθέτη Γεωργίου Σφραντζῆ ἢ Φραντζῆ
Ἐκδοθὲν ἐν Κερκύρᾳ ἔτει 1477
Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι στρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἱὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς πίστεως ἡμῶν.
Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσερα τινὰ ὀφείλεται κοινῶς ἐσμεν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ πατρίδος, τρίτον ὑπὲρ τοῦ βασιλέως ὡς Χριστοῦ Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσται ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου πολλῷ μᾶλλον ὑπὲρ πάντων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι.